GRIECHISCHE PHILOSOPHIE KLASSISCHES Aristoteles Platon

Transcription

GRIECHISCHE PHILOSOPHIE KLASSISCHES Aristoteles Platon
1
GRIECHISCHE PHILOSOPHIE
KLASSISCHES
Aristoteles
(Metaphysik A, 1-7; 9) ....................................................................................S. 2
Platon
(Protagoras 320d-323c: Der Mythos von Prometheus) .................................S. 3
Platon
(Gorgias 523a-526d: Ein Jenseitsmythos) .....................................................S. 5
Platon
(Timaios 21e-22d: Solon in Ägypten) ............................................................S. 8
2
ARISTOTELES, Metaphysik A, 1-7;9
Der Anfang des Philosophierens ist im Wesen des Menschen begründet.
1. Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει.
Σηµεῖον1 δ’ ἡ τῶν αἰσθήσεων ἀγάπησις· καὶ γὰρ χωρὶς2 τῆς χρείας
ἀγαπῶνται δι’ αὑτάς,3 καὶ µάλιστα τῶν ἄλλων ἡ4 διὰ τῶν ὀµµάτων.
Οὐ γὰρ µόνον, ἵνα πράττωµεν, ἀλλὰ καὶ µηθὲν µέλλοντες πράττειν
τὸ ὁρᾶν αἱρούµεθα5 ἀντὶ πάντων ὡς εἰπεῖν6 τῶν ἄλλων. Αἴτιον7 δ’ ὅτι
µάλιστα ποιεῖ8 γνωρίζειν ἡµᾶς αὕτη τῶν αἰσθήσεων καὶ πολλὰς δηλοῖ
διαφοράς.
2. Φύσει µὲν οὖν αἴσθησιν ἔχοντα γίγνεται τὰ ζῷα, ἐκ δὲ ταύτης τοῖς
µὲν αὐτῶν οὐκ ἐγγίγνεται µνήµη,9 τοῖς δ’ ἐγγίγνεται. Καὶ διὰ τοῦτο
ταῦτα φρονιµώτερα καὶ µαθητικώτερα10 τῶν µὴ δυναµένων
µνηµονεύειν ἐστί, φρόνιµα11 µὲν ἄνευ τοῦ µανθάνειν, ὅσα µὴ δύναται
τῶν ψόφων ἀκούειν – οἷον µέλιττα, κἂν εἴ τι τοιοῦτον ἄλλο γένος
ζῴων ἔστι –, µανθάνει δ’ ὅσα πρὸς τῇ µνήµῃ καὶ ταύτην ἔχει τὴν
αἴσθησιν.13 3. Τὰ µὲν οὖν ἄλλα ταῖς φαντασίαις14 ζῇ καὶ ταῖς
µνήµαις, ἐµπειρίας15 δὲ µετέχει µικρόν· τὸ δὲ τῶν ἀνθρώπων γένος
καὶ τέχνῃ16 καὶ λογισµοῖς.17
4. Γίγνεται δ’ ἐκ τῆς µνήµης ἐµπειρία τοῖς ἀνθρώποις· αἱ γὰρ πολλαὶ
µνῆµαι τοῦ αὐτοῦ πράγµατος µιᾶς ἐµπειρίας δύναµιν18 ἀποτελοῦσιν.19 Καὶ δοκεῖ σχεδὸν ἐπιστήµῃ19 καὶ τέχνῃ ὅµοιον εἶναι καὶ
ἐµπειρία, ἀποβαίνει20 δ’ ἐπιστήµη καὶ τέχνη διὰ τῆς ἐµπειρίας τοῖς
ἀνθρώποις· „Ἡ µὲν γὰρ ἐµπειρία τέχνην ἐποίησεν“, ὡς φησὶ Πῶλος,
„ἡ δ’ ἀπειρία τύχην.“
5. Γίγνεται δὲ τέχνη, ὅταν ἐκ πολλῶν τῆς ἐµπειρίας ἐννοηµάτων21
µία καθόλου22 γένηται περὶ τῶν ὁµοίων ὑπόληψις.23 Τὸ µὲν γὰρ ἔχειν
ὑπόληψιν,24 ὅτι Καλλίᾳ κάµνοντι25 τηνδὶ τὴν νόσον τοδὶ συνήνεγκε26
καὶ Σωκράτει καὶ καθ’ ἕκαστον27 οὕτω πολλοῖς, ἐµπειρίας28 ἐστίν·
τὸ29 δ’ ὅτι πᾶσι τοῖς τοιοῖσδε κατ’ εἶδος30 ἓν ἀφορισθεῖσι31 κάµνουσι
τηνδὶ τὴν νόσον, συνήνεγκεν, οἷον τοῖς φλεγµατώδεσιν32 ἢ χολώδεσι33 ἢ πυρέττουσι καύσῳ,34 τέχνης.35
6. Πρὸς µὲν οὖν τὸ πράττειν ἐµπειρία τέχνης οὐδὲν δοκεῖ διαφέρειν,36 ἀλλὰ καὶ µᾶλλον ἐπιτυγχάνουσιν37 οἱ ἔµπειροι τῶν ἄνευ τῆς
ἐµπειρίας λόγον38 ἐχόντων. Αἴτιον39 δ’ ὅτι ἡ µὲν ἐµπειρία τῶν καθ’
ἕκαστόν40 ἐστι γνῶσις, ἡ δὲ τέχνη41 τῶν καθόλου,42 αἱ δὲ πράξεις καὶ
αἱ γενέσεις πᾶσαι περὶ τὸ καθ’ ἕκαστόν εἰσιν· οὐ γὰρ ἄνθρωπον
ὑγιάζει ὁ ἰατρεύων, ἀλλ’ ἢ κατὰ συµβεβηκός,43 ἀλλὰ Καλλίαν ἢ
Σωκράτην ἢ τῶν ἄλλων τινὰ τῶν οὕτω λεγοµένων, ᾧ συµβέβηκεν
ἀνθρώπῳ εἶναι·
1
erg. ἐστί 2 χωρίς + Gen. ohne
δὶ αὐτάς an sich
4
scil. ἡ ... αἴστησις
5
αἱρέοµαι vorziehen
6
ὡς εἰπεῖν sozusagen, so gut wie
7
erg. ἐστί
8
ποιεῖ + AcI bewirkt , dass
9
ἡ µνήµη Erinnerung
10
µαθητικός 3 gelehrig, lernfähig
11
erg. ἐστί scil. τὰ ζῷα
12
οἷον wie z. Bsp.
13
scil. τὸ ἀκούειν (Gehörsinn)
14
ἡ φαντασία Vorstellung
15
ἡ ἐµπειρία Erfahrung
16
ἡ τέχνη (praktische) Kunst, Kunstfertigkeit
17
ὁ λογισµός Überlegung,
planendes Denken
18
ἡ δύµναµις Wirkung, Vermögen
19
ἡ ἐπιστήµη Kenntnis, Wissenschaft
20
ἀποβαίνω hervorgehen, entstehen
21
τὸ ἐννόηµα Gedanke
22
καθόλου an und für sich, allgemein
23
ἡ ὑπόληψις Annahme, Vermutung
24
substantivierter AcI
25
κάµνω + Acc. h.: erkranken an
26
συµφέρω nützen, förderlich sein
27
καθ᾽ ἕκαστον jeweils für sich
28
Gen. poss.: „ist Sache von
Erfahrung“
29
scil. τὸ ἔχειν ὑπόλεψιν
30
καθ᾽ εἶδος ἓν gemäß einer Art
31
ἀφορίζω begrenzen, definieren
32
φλεγµατώδης 2 erhitzend, schleimartig (scil. die Krankheit)
33
χολώδης 2 mit Galle, gallenkrank
34
πυρέττω καύσῳ Hitzefieber haben
35
scil. τέχνης ἐστιν
36
διαφέρω + Gen s. unterscheiden von
37
ἐπιτυγχάνω das Richtige treffen
38
ὁ λόγος h.: Theorie, der allgemeine Begriff
39
erg. ἐστί 40 τὰ καθ᾽ ἕκαστον die
Dinge als einzelne
41
erg. ἐστί γνῶσις
42
τὰ καθόλου das Allgemeine
43
κατὰ συµβεβηκός in akzidentiellem Sinn, d.h. die konkrete Einzelperson
3
3
7. Ἐὰν οὖν ἄνευ τῆς ἐµπειρίας ἔχῃ τις τὸν λόγον, καὶ τὸ καθόλου µὲν
γνωρίζῃ, τὸ δ’ ἐν τούτῳ καθ’ ἕκαστον ἀγνοῇ, πολλάκις διαµαρτήσεται44 τῆς θεραπείας· θεραπευτὸν γὰρ τὸ καθ’ ἕκαστον· ἀλλ’ ὅµως
τό γε εἰδέναι καὶ τὸ ἐπαίειν45 τῇ τέχνῃ τῆς ἐµπειρίας46 ὑπάρχειν47
οἰόµεθα µᾶλλον, καὶ σοφωτέρους48 τοὺς τεχνίτας τῶν ἐµπείρων
ὑπολαµβάνοµεν, ὡς49 κατὰ τὸ εἰδέναι µᾶλλον ἀκολουθοῦσαν τὴν
σοφίαν49 πᾶσι· τοῦτο δ’ ὅτι οἱ µὲν τὴν αἰτίαν ἴσασιν, οἱ δ’ οὔ. Οἱ µὲν
γὰρ ἔµπειροι τὸ ὅτι50 µὲν ἴσασι, διότι50 δ’ οὐκ ἴσασιν· οἱ δὲ τὸ διότι
καὶ τὴν αἰτίαν γνωρίζουσιν. [...]
9. Ὅλως τε σηµεῖον τοῦ εἰδότος καὶ µὴ εἰδότος τὸ δύνασθαι
διδάσκειν ἐστίν, καὶ διὰ τοῦτο τὴν τέχνην τῆς ἐµπειρίας ἡγούµεθα
µᾶλλον ἐπιστήµην εἶναι· δύνανται51 γάρ, οἱ δὲ οὐ δύνανται
διδάσκειν.
44
διαµαρτάνοµαι + Gen. etwas verfehlen, Mißerfolg haben bei
45
ἐπαίω verstehen, erkennen
46
Gen. comp. abh. von µᾶλλον
47
ὑπάρχω + Dat. innewohnen, zukommen
48
erg. εἶναι
49
ὡς...ἀκολουθοῦσαν...σοφίαν
Acc. absolutus, kausal auflösen
50
τὸ ὅτι / διότι das „Dass“/das „Warum“
51
erg. διδάσκειν; gemeint sind die
τεχνῖται, die das Wissen besitzen
PLATON, Protagoras 1-12 (= St.320d-323c)
Der Mythos von Prometheus
1
θνητὰ γένη sterbliche Wesen
εἱµαρµένος 3 vom Schicksal bestimmt
3
τυπόω formen
4
γῆς ἔνδον im Mutterschoß der Erde
5
τῶν, ὅσα = ἐκ τούτων, ἃ κεράννυται
was sich mischt
6
κοσµῆσαί τε καὶ νεῖµαι
geordnet zuteilen (Hendiadyoin)
7
παραιτέοµαί τινα sich von jemandem
erbitten
8
αὐτὸς νεῖµαι allein zuteilen
9
ἐπισκέπτοµαι besichtigen, prüfen
10
προσάπτω anknüpfen, verleihen
11
ἄοπλος 2 wehrlos
12
µηχανάοµαι ersinnen
13
ἡ σωτηρία Erhaltung, Fortbestand
14
ἀµπίσχω umgeben, bekleiden
15
πτηνός 3 geflügelt, schnell
16
κατάγειος 2 unterirdisch
17
τῷδε αὐτῷ scil. µεγέθει
18
ἐπανισόω gleichmachen, ausgleichen
19
ἀιστόω unsichtbar machen, vernichten
20
ἡ ἀλληλοφθορία gegenseitige
Vernichten
21
διαφυγὰς ἐπαρκεῖν Sicherung
gewähren
22
ἡ εὐµαρεία Erleichterung, Schutz
23
πυκνός 3 dicht 24 στερεός 2 fest
25
ἡ στρωµνή Decke
26
αὐτοφυής 2 von selbst gewachsen,
natürlich
27
ἡ ὁπλή Huf 28 ὁ ὄνυξ Kralle
29
ἄναιµος 2 blutlos, unempfindlich
2
11. ῏Ην γάρ ποτε χρόνος, ὅτε θεοὶ µὲν ἦσαν, θνητὰ δὲ γένη1 οὐκ ἦν.
Ἐπειδὴ δὲ καὶ τούτοις χρόνος ἦλθεν εἱµαρµένος2 γενέσεως,
τυποῦσιν3 αὐτὰ θεοὶ γῆς ἔνδον4 ἐκ γῆς καὶ πυρὸς µείξαντες καὶ τῶν,
ὅσα5 πυρὶ καὶ γῇ κεράννυται. Ἐπειδὴ δ᾽ ἄγειν αὐτὰ πρὸς φῶς
ἔµελλον, προσέταξαν Προµηθεῖ καὶ Ἐπιµηθεῖ κοσµῆσαί τε καὶ
νεῖµαι6 δυνάµεις ἑκάστοις, ὡς πρέπει. Προµηθέα δὲ παραιτεῖται7
Ἐπιµηθεὺς αὐτὸς νεῖµαι·8 „Νείµαντος δέ µου,“ ἔφη, „ἐπίσκεψαι.“9·Καὶ οὕτω πείσας νέµει.
Νέµων δὲ τοῖς µὲν ἰσχὺν ἄνευ τάχους προσῆπτεν,10 τοὺς δ᾽
ἀσθενεστέρους τάχει ἐκόσµει· τοὺς δὲ ὥπλιζε, τοῖς δ᾽ ἄοπλον11
διδοὺς φύσιν ἄλλην τιν᾽ αὐτοῖς ἐµηχανᾶτο12 δύναµιν εἰς σωτηρίαν.13
Ἃ µὲν γὰρ αὐτῶν σµικρότητι ἤµπισχεν,14 πτηνὸν15 φυγὴν ἢ
κατάγειον16 οἴκησιν ἔνεµεν· ἃ δὲ ηὖξε µεγέθει, τῷδε αὐτῷ17 αὐτὰ
ἔσῳζεν· καὶ τἆλλα οὕτως ἐπανισῶν18 ἔνεµεν. Ταῦτα δὲ ἐµηχανᾶτο
εὐλάβειαν ἔχων µή τι γένος ἀϊστωθείη.19
Ἐπειδὴ δὲ αὐτοῖς ἀλληλοφθοριῶν20 διαφυγὰς ἐπήρκεσε,21 πρὸς τὰς
ἐκ ∆ιὸς ὥρας εὐµάρειαν22 ἐµηχανᾶτο ἀµφιεννὺς αὐτὰ πυκναῖς23 τε
θριξὶν καὶ στερεοῖς24 δέρµασιν, ἱκανοῖς µὲν ἀµῦναι χειµῶνα, δυνατοῖς
δὲ καὶ καύµατα, καὶ εἰς εὐνὰς ἰοῦσιν, ὅπως ὑπάρχοι τὰ αὐτὰ ταῦτα
στρωµνὴ25 οἰκεία τε καὶ αὐτοφυὴς26 ἑκάστῳ· καὶ ὑποδῶν τὰ µὲν
ὁπλαῖς,27 τὰ δὲ ὄνυξι28 δέρµασιν στερεοῖς καὶ ἀναίµοις.29
4
Τοὐντεῦθεν τροφὰς ἄλλοις ἄλλας ἐξεπόριζεν, τοῖς µὲν ἐκ γῆς
βοτάνην,30 ἄλλοις δὲ δένδρων καρπούς, τοῖς δὲ ῥίζας· ἔστι δ᾽ οἷς31
ἔδωκεν εἶναι τροφὴν ζῴων ἄλλων βοράν·32 καὶ τοῖς µὲν ὀλιγογονίαν33
προσῆψε, τοῖς δ᾽ ἀναλισκοµένοις ὑπὸ τούτων πολυγονίαν, σωτηρίαν
τῷ γένει πορίζων. Ἅτε δὴ οὖν οὐ πάνυ34 τι σοφὸς ὢν ὁ Ἐπιµηθεὺς
ἔλαθεν35 αὑτὸν καταναλώσας36 τὰς δυνάµεις εἰς τὰ ἄλογα·37 λοιπὸν
δὴ ἀκόσµητον38 ἔτι αὐτῷ ἦν τὸ ἀνθρώπων γένος, καὶ ἠπόρει, ὅτι
χρήσαιτο.
Ἀποροῦντι δὲ αὐτῷ ἔρχεται Προµηθεὺς ἐπισκεψόµενος τὴν νοµήν,39
καὶ ὁρᾷ τὰ µὲν ἄλλα ζῷα ἐµµελῶς40 πάντων ἔχοντα, τὸν δὲ
ἄνθρωπον γυµνόν τε καὶ ἀνυπόδητον41 καὶ ἄστρωτον42 καὶ ἄοπλον·
ἤδη δὲ καὶ ἡ εἱµαρµένη ἡµέρα παρῆν, ἐν ᾗ ἔδει καὶ ἄνθρωπον ἐξιέναι
ἐκ γῆς εἰς φῶς.
Ἀπορίᾳ οὖν σχόµενος43 ὁ Προµηθεὺς, ἥντινα σωτηρίαν44 τῷ
ἀνθρώπῳ εὕροι, κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν
σὺν πυρί – ἀµήχανον γὰρ ἦν45 ἄνευ πυρὸς αὐτὴν κτητήν τῳ ἢ
χρησίµην γενέσθαι – καὶ οὕτω δὴ δωρεῖται ἀνθρώπῳ. Τὴν µὲν οὖν
περὶ τὸν βίον σοφίαν ἄνθρωπος ταύτῃ ἔσχεν, τὴν δὲ πολιτικὴν οὐκ
εἶχεν· ἦν γὰρ παρὰ τῷ ∆ιί. Τῷ δὲ Προµηθεῖ εἰς µὲν τὴν ἀκρόπολιν46
τὴν τοῦ ∆ιὸς οἴκησιν οὐκέτι ἐνεχώρει47 εἰσελθεῖν – πρὸς δὲ48 καὶ αἱ
∆ιὸς φυλακαὶ φοβεραὶ ἦσαν – εἰς δὲ τὸ τῆς Ἀθηνᾶς καὶ Ἡφαίστου
οἴκηµα τὸ κοινόν, ἐν ᾧ ἐφιλοτεχνείτην,49 λαθὼν εἰσέρχεται, καὶ
κλέψας τήν τε ἔµπυρον τέχνην50 τὴν τοῦ Ἡφαίστου καὶ τὴν ἄλλην
τὴν τῆς Ἀθηνᾶς δίδωσιν ἀνθρώπῳ, καὶ ἐκ τούτου εὐπορία51 µὲν
ἀνθρώπῳ τοῦ βίου γίγνεται, Προµηθέα δὲ δι᾽ Ἐπιµηθέα ὕστερον,
ᾗπερ λέγεται, κλοπῆς δίκη µετῆλθεν.52
12. Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας µετέσχε µοίρας,53 πρῶτον µὲν διὰ
τὴν τοῦ θεοῦ συγγένειαν ζῴων µόνον θεοὺς ἐνόµισεν, καὶ ἐπεχείρει
βωµούς τε ἱδρύεσθαι54 καὶ ἀγάλµατα θεῶν· ἔπειτα φωνὴν καὶ
ὀνόµατα ταχὺ διηρθρώσατο55 τῇ τέχνῃ, καὶ οἰκήσεις καὶ ἐσθῆτας καὶ
ὑποδέσεις56 καὶ στρωµνὰς καὶ τὰς ἐκ γῆς τροφὰς ηὕρετο.
Οὕτω δὴ παρεσκευασµένοι κατ᾽ ἀρχὰς ἄνθρωποι ᾤκουν σποράδην,57
πόλεις δὲ οὐκ ἦσαν· ἀπώλλυντο οὖν ὑπὸ τῶν θηρίων διὰ τὸ πανταχῇ
αὐτῶν ἀσθενέστεροι εἶναι, καὶ ἡ δηµιουργικὴ τέχνη αὐτοῖς πρὸς µὲν
τροφὴν ἱκανὴ βοηθὸς ἦν, πρὸς δὲ τὸν τῶν θηρίων πόλεµον ἐνδεής58 –
πολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς µέρος πολεµική – ἐζήτουν δὴ
ἁθροίζεσθαι καὶ σῴζεσθαι κτίζοντες πόλεις· ὅτ᾽ οὖν ἁθροισθεῖεν,
ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τὴν πολιτικὴν τέχνην, ὥστε πάλιν
σκεδαννύµενοι διεφθείροντο.
Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡµῶν, µὴ ἀπόλοιτο πᾶν, Ἑρµῆν πέµπει
ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην,59 ἵν᾽ εἶεν πόλεων κόσµοι60
τε καὶ δεσµοὶ φιλίας συναγωγοί.61 Ἐρωτᾷ οὖν Ἑρµῆς ∆ία, τίνα οὖν
30
ἡ βοτανή Pflanze, Futter
ἔστι δ᾽ οἷς vgl. lat.: sunt, quibus
32
ἡ βορά Fraß, Speise
33
ἡ ὀλιγογονία spärliche Fortpflanzung
34
ὁ πάνυ σοφός nicht eben sehr klug
35
λανθάνω (+Pt.) unversehens etwas tun
36
καταναλίσκω, καταλόω aufbrauchen
37
εἰς τὰ ἄλογα scil. ζῷα
38
ἀκόσµητος 2 unausgestattet
39
ἡ νοµή Verteilung /
40
ἐµµελής 2 τινος wohlversorgt mit
41
ἀνυπόδητος 2 unbeschuht
42
ἄστρωτος 2 ohne Lager, unbedeckt
43
ἀπορίᾳ ἔχεσθαι von Ratlosigkeit
erfasst sein
31
44
ἔντεχνος σοφία technisches Wissen
Gemeint ist die handwerkliche Geschicklichkeit im Gegensatz zur πολιτικὴ σοφία,
der politischen Einsicht, Staatsweisheit
45
ἀµήχανον ἦν es war unmöglich
46
ἡ ἀκρόπολις (hier:) Götterburg
47
ἐγχωρεῖ es ist statthaft, möglich
48
πρὸς δέ außerdem
49
φιλοτεχνέω Kunst ausüben
50
ἔµπυρος τέχνη
die mittels des Feuers ausgeübte Kunst
51
εὐπορία τοῦ βίου leibliche Wohlfahrt,
leichte Lebensführung
52
δίκη µετέρχεται τινά
die Strafe folgt nach, ereilt
53
θείας µοίρας scil. das Feuer als
göttliches Lebenselement
54
ἱδρύοµαι errichten, aufstellen
55
διαρθρόω gliedern
56
ἡ ὑπόδεσις Schuhwerk
57
σποράδην (adv.) zerstreut, vereinzelt
58
ἐνδεής 2 mangelhaft, rückständig
αἰδώς τε καὶ δίκη Schamgefühl u.
Rechtsgefühl (Ehrfurcht vor dem
ungeschriebenen und Achtung vor
dem geschriebenen Recht)
59
60
πόλεων κόσµοι staatliche Ordnungen
61
ὁ συναγωγός Vermittler
5
τρόπον δοίη δίκην καὶ αἰδῶ ἀνθρώποις· „Πότερον ὡς αἱ τέχναι
νενέµηνται, οὕτω καὶ ταύτας νείµω; νενέµηνται δὲ ὧδε· εἷς ἔχων
ἰατρικὴν πολλοῖς ἱκανὸς ἰδιώταις,62 καὶ οἱ ἄλλοι δηµιουργοί·63 καὶ
δίκην δὴ καὶ αἰδῶ οὕτω θῶ ἐν τοῖς ἀνθρώποις, ἢ ἐπὶ πάντας νείµω;“
„Ἐπὶ πάντας,“ ἔφη ὁ Ζεύς, „καὶ πάντες µετεχόντων· οὐ γὰρ ἂν
γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν µετέχοιεν ὥσπερ ἄλλων τεχνῶν· καὶ
νόµον γε θὲς παρ᾽ ἐµοῦ τὸν µὴ δυνάµενον αἰδοῦς καὶ δίκης µετέχειν
κτείνειν ὡς νόσον64 πόλεως.“
Οὕτω δή, ὦ Σώκρατες, καὶ διὰ ταῦτα οἵ τε ἄλλοι καὶ Ἀθηναῖοι, ὅταν
µὲν περὶ ἀρετῆς τεκτονικῆς65 ᾖ λόγος ἢ ἄλλης τινὸς δηµιουργικῆς,
ὀλίγοις οἴονται µετεῖναι συµβουλῆς, καὶ ἐάν τις ἐκτὸς ὢν τῶν ὀλίγων
συµβουλεύῃ, οὐκ ἀνέχονται, ὡς σὺ φῄς – εἰκότως,66 ὡς ἐγώ φηµι –
ὅταν δὲ εἰς συµβουλὴν πολιτικῆς ἀρετῆς ἴωσιν, ἣν δεῖ διὰ
δικαιοσύνης πᾶσαν ἰέναι67 καὶ σωφροσύνης, εἰκότως ἅπαντος ἀνδρὸς
ἀνέχονται, ὡς παντὶ προσῆκον68 ταύτης γε µετέχειν τῆς ἀρετῆς ἢ
µὴ69 εἶναι πόλεις. Αὕτη, ὦ Σώκρατες, τούτου αἰτία.
62
63
64
ὁ ἰδιώτης Laie
ὁ δηµιουργός Handwerker, Fachmann
ἡ νόσος Seuche
65
ἡ ἀρετὴ τεκτονική Tüchtigkeit im
Bauwesen
66
εἰκότως mit Recht, natürlich
67
ἰέναι διά s. beziehen , gründen auf
68
ὡς παντὶ προσῆκον weil es jedem
gebührt
69
ἢ µή scil. ἀναγκαῖον
oder es könnte keine Staaten geben
PLATON, Gorgias 79-82 (= St. 523a-526d)
Ein Jenseitsmythos
79. ΣΩ. Ἄκουε δή, φασί, µάλα καλοῦ λόγου,1 ὃν σὺ µὲν ἡγήσῃ
µῦθον,2 ὡς ἐγὼ οἶµαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω, ἃ
µέλλω λέγειν.
Ὥσπερ γὰρ Ὅµηρος λέγει, διενείµαντο3 τὴν ἀρχὴν ὁ Ζεὺς καὶ ὁ
Ποσειδῶν καὶ ὁ Πλούτων, ἐπειδὴ παρὰ τοῦ πατρὸς4 παρέλαβον. Ἦν
οὖν νόµος ὅδε περὶ ἀνθρώπων ἐπὶ Κρόνου,5 καὶ ἀεὶ καὶ νῦν ἔτι ἔστιν6
ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν µὲν δικαίως τὸν βίον διελθόντα καὶ
ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς µακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν
πάσῃ εὐδαιµονίᾳ7 ἐκτὸς8 κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς
τίσεώς τε καὶ δίκης δεσµωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.
Τούτων δὲ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ9 τοῦ ∆ιὸς τὴν ἀρχὴν
ἔχοντος ζῶντες10 ἦσαν ζώντων,10 ἐκείνῃ τῇ ἡµέρᾳ δικάζοντες, ᾗ
µέλλοιεν τελευτᾶν. Κακῶς οὖν αἱ δίκαι ἐκρίνοντο· ὅ τε οὖν Πλούτων
καὶ οἱ ἐπιµεληταὶ11 οἱ ἐκ µακάρων νήσων ἰόντες ἔλεγον πρὸς τὸν ∆ία,
ὅτι φοιτῷέν σφιν ἄνθρωποι ἑκατέρωσε12 ἀνάξιοι. Εἶπεν οὖν ὁ Ζεύς·
„Ἀλλ᾽ ἐγώ“, ἔφη, „παύσω τοῦτο γιγνόµενον. Νῦν µὲν γὰρ κακῶς αἱ
δίκαι δικάζονται. Ἀµπεχόµενοι13 γάρ“, ἔφη, „οἱ κρινόµενοι
κρίνονται· ζῶντες γὰρ κρίνονται. Πολλοὶ οὖν“, ἦ δ᾽ ὅς, „ψυχὰς
πονηρὰς ἔχοντες ἠµφιεσµένοι εἰσὶ σώµατά τε καλὰ καὶ γένη14 καὶ
πλούτους, καί, ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ µάρτυρες,
1
ὁ λόγος Erzählung (m. wahrem Kern)
ὁ µῦθος Erzählung, Märchen
(reine Erfindung)
3
διανέµοµαι unter sich verteilen
4
πατρός scil. Κρόνου
5
ἐπὶ Κρόνου
unter der Herrschaft des Kronos
6
ἀεὶ καὶ νῦν ἔτι ἔστιν
besteht – wie immer – auch jetzt noch
7
ἐν πάσῃ εὐδαιµονίᾳ
im Besitz jeden Glücks
8
ἐκτὸς κακῶν ohne Übel, ungetrübt
9
νεωστί erst jüngst
10
ζῶντες...ζώντων Lebend über Lebende
11
ὁ ἐπιµελητής Aufseher
(sc. auf den Inseln)
12
ἑκατέρωσε nach beiden Seiten hin
(sc. Tartaros u. Insel d. Seligen)
2
13
ἀµπέχοµαι umhüllt, bekleidet sein
14
τὸ γένος (vornehme) Abkunft
6
µαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν· οἱ οὖν δικασταὶ ὑπό τε
τούτων ἐκπλήττονται,15 καὶ ἅµα καὶ αὐτοὶ ἀµπεχόµενοι δικάζουσι,
πρὸ τῆς ψυχῆς τῆς αὑτῶν ὀφθαλµοὺς καὶ ὦτα καὶ ὅλον τὸ σῶµα
προκεκαλυµµένοι.16 Ταῦτα δὴ αὐτοῖς πάντα ἐπίπροσθεν γίγνεται,17
καὶ τὰ αὑτῶν ἀµφιέσµατα καὶ τὰ τῶν κρινοµένων. Πρῶτον µὲν οὖν“,
ἔφη, „παυστέον ἐστὶν προειδότας αὐτοὺς τὸν θάνατον· νῦν γὰρ
προΐσασι.
Τοῦτο µὲν οὖν καὶ δὴ εἴρηται τῷ Προµηθεῖ, ὅπως ἂν παύσῃ αὐτῶν.
Ἔπειτα γυµνοὺς18 κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ
κρίνεσθαι. Καὶ τὸν κριτὴν δεῖ γυµνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ
αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος19 ἑκάστου,
ἔρηµον πάντων τῶν συγγενῶν καὶ καταλιπόντα ἐπὶ τῆς γῆς πάντα
ἐκεῖνον τὸν κόσµον, ἵνα δικαία ἡ κρίσις ᾖ. Ἐγὼ µὲν οὖν ταῦτα
ἐγνωκὼς πρότερος ἢ ὑµεῖς ἐποιησάµην δικαστὰς ὑεῖς ἐµαυτοῦ, δύο
µὲν ἐκ τῆς Ἀσίας,20 Μίνω τε καὶ Ῥαδάµανθυν, ἕνα δὲ ἐκ τῆς
Εὐρώπης, Αἰακόν· οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ
λειµῶνι,21 ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ, ἡ µὲν εἰς µακάρων
νήσους, ἡ δ᾽ εἰς Τάρταρον. Καὶ τοὺς µὲν ἐκ τῆς Ἀσίας Ῥαδάµανθυς
κρινεῖ, τοὺς δὲ ἐκ τῆς Εὐρώπης Αἰακός· Μίνῳ δὲ πρεσβεῖα22 δώσω
ἐπιδιακρίνειν,23 ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω, ἵνα ὡς δικαιοτάτη ἡ
κρίσις ᾖ περὶ τῆς πορείας24 τοῖς ἀνθρώποις.“
80. Ταῦτ᾽ ἔστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι·
καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε τι λογίζοµαι συµβαίνειν. Ὁ
θάνατος τυγχάνει ὤν, ὡς ἐµοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγµάτοιν
διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώµατος, ἀπ᾽ ἀλλήλοιν· ἐπειδὰν δὲ
διαλυθῆτον ἄρα ἀπ᾽ ἀλλήλοιν, οὐ πολὺ ἧττον ἑκάτερον αὐτοῖν ἔχει
τὴν ἕξιν25 τὴν αὑτοῦ, ἥνπερ26 καὶ ὅτε ἔζη ὁ ἄνθρωπος, τό τε σῶµα
τὴν φύσιν τὴν αὑτοῦ καὶ τὰ θεραπεύµατα27 καὶ τὰ παθήµατα28
ἔνδηλα πάντα. Οἷον29 εἴ τινος µέγα ἦν τὸ σῶµα φύσει ἢ τροφῇ ἢ
ἀµφότερα30 ζῶντος, τούτου καὶ, ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς µέγας,
καὶ εἰ παχύς, παχὺς καὶ ἀποθανόντος, καὶ τἆλλα οὕτως· καὶ εἰ αὖ
ἐπετήδευε κοµᾶν,31 κοµήτης τούτου καὶ ὁ νεκρός· µαστιγίας32 αὖ εἴ
τις ἦν καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώµατι ἢ ὑπὸ µαστίγων
ἢ ἄλλων τραυµάτωνζῶν, καὶ τεθνεῶτος τὸ σῶµα ἔστιν ἰδεῖν ταῦτα
ἔχον· ἢ κατεαγότα εἴ του ἦν µέλη ἢ διεστραµµένα33 ζῶντος, καὶ
τεθνεῶτος ταὐτὰ ταῦτα ἔνδηλα.
Ἑνὶ δὲ λόγῳ,34 οἷος35 εἶναι παρεσκεύαστο τὸ σῶµα ζῶν, ἔνδηλα
ταῦτα καὶ τελευτήσαντος ἢ πάντα ἢ τὰ πολλὰ ἐπί τινα χρόνον.36
Ταὐτὸν δή µοι δοκεῖ τοῦτ᾽ ἄρα καὶ περὶ τὴν ψυχὴν εἶναι, ὦ
Καλλίκλεις··ἔνδηλα πάντα ἐστὶν ἐν τῇ ψυχῇ, ἐπειδὰν γυµνωθῇ τοῦ
σώµατος, τά τε τῆς φύσεως καὶ τὰ παθήµατα, ἃ διὰ τὴν ἐπιτήδευσιν
ἑκάστου πράγµατος ἔσχεν ἐν τῇ ψυχῇ ὁ ἄνθρωπος. Ἐπειδὰν οὖν
15
ἐκπλήττειν (hier) einschüchtern
προκεκαλυµµένοι der Gedanke ist:
die trügerischen Sinne vermitteln keine
wahre Erkenntnis
17
ἐπίπροσθεν γίγνεσθαι
hinderlich sein, im Weg stehen
16
18
γυµνός 3 (+Gen) entblößt von
ἐξαίφνης ἀποθανόντος ἑκάστου
gleich nach dem Tod eines jeden;
kaum, dass ein jeder gestorben ist
19
20
Minos und Rhadamanthys sind Söhne
des Zeus mit Europa, Aiakos ist Sohn
des Zeus und der Aigina.
21
ὁ λειµών Wiese
22
τὰ πρεσβεῖα (Pl.) Vorsitz, Ehrenamt
ἐπιδιακρίνειν
das endgültige Urteil fällen
24
ἡ πορεία Weg, Laufbahn
23
25
ἡ ἕξις Beschaffenheit, Zustand
ἥνπερ sc. εἶχε
27
τὸ θεράπευµα Wartung, Pflege
28
τὸ πάθηµα was jemandem zustößt,
z. Bsp. Verletzung
29
οἷον wie z.Bsp.
30
ἀµπότερα Adv. statt ἀµποτέρας
31
κοµάω langes Haar tragen
32
ὁ µαστιγίας Taugenichts, Schlingel
26
33
διαστρέφω verrenken
ἑνὶ δὲ λόγῳ sc. εἰπεῖν
35
οἷος zu ζῶν
36
ἐπί τινα χρόνον für eine gewisse Zeit,
eine zeitlang
34
7
ἀφίκωνται παρὰ τὸν δικαστήν, οἱ µὲν ἐκ τῆς Ἀσίας παρὰ τὸν
Ῥαδάµανθυν, ὁ Ῥαδάµανθυς ἐκείνους ἐπιστήσας37 θεᾶται ἑκάστου
τὴν ψυχήν, οὐκ εἰδὼς, ὅτου ἐστίν, ἀλλὰ πολλάκις τοῦ µεγάλου
βασιλέως ἐπιλαβόµενος ἢ ἄλλου ὁτουοῦν βασιλέως ἢ δυνάστου
κατεῖδεν οὐδὲν ὑγιὲς ὂν τῆς ψυχῆς, ἀλλὰ διαµεµαστιγωµένην καὶ
οὐλῶν µεστὴν ὑπὸ ἐπιορκιῶν καὶ ἀδικίας, ἃ38 ἑκάστη ἡ πρᾶξις αὐτοῦ
ἐξωµόρξατο39 εἰς τὴν ψυχήν, καὶ πάντα σκολιὰ ὑπὸ ψεύδους καὶ
ἀλαζονείας40 καὶ οὐδὲν εὐθὺ διὰ τὸ ἄνευ ἀληθείας τεθράφθαι· καὶ
ὑπὸ ἐξουσίας41 καὶ τρυφῆς καὶ ὕβρεως καὶ ἀκρατίας42 τῶν πράξεων
ἀσυµµετρίας43 τε καὶ αἰσχρότητος γέµουσαν τὴν ψυχὴν εἶδεν· ἰδὼν
δὲ ἀτίµως44 ταύτην ἀπέπεµψεν εὐθὺ τῆς φρουρᾶς,45 οἷ µέλλει
ἐλθοῦσα ἀνατλῆναι τὰ προσήκοντα πάθη.
81. Προσήκει δὲ παντὶ τῷ ἐν τιµωρίᾳ ὄντι, ὑπ᾽ ἄλλου ὀρθῶς
τιµωρουµένῳ, ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι ἢ παρα δείγµατι
τοῖς ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα, ἃ ἂν πάσχῃ
φοβούµενοι βελτίους γίγνωνται. Εἰσὶν δὲ οἱ µὲν ὠφελούµενοί46 τε καὶ
δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιµα
ἁµαρτήµατα ἁµάρτωσιν· ὅµως δὲ δι᾽ ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται
αὐτοῖς ἡ ὠφελία καὶ ἐνθάδε47 καὶ ἐν Ἅιδου· οὐ γὰρ οἷόν τε ἄλλως
ἀδικίας ἀπαλλάττεσθαι. Οἳ δ᾽ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ
τοιαῦτα ἀδικήµατα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παρα δείγµατα
γίγνεται, καὶ οὗτοι αὐτοὶ µὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι
ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁµαρτίας τὰ
µέγιστα καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ
χρόνον, ἀτεχνῶς παρα δείγµατα ἀνηρτηµένους48 ἐκεῖ ἐν Ἅιδου49 ἐν
τῷ δεσµωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουµένοις θεάµατα καὶ
νουθετήµατα.
Ὧν ἐγώ φηµι ἕνα καὶ Ἀρχέλαον50 ἔσεσθαι, εἰ ἀληθῆ λέγει Πῶλος,
καὶ ἄλλον, ὅστις ἂν τοιοῦτος τύραννος ᾖ· οἶµαι δὲ καὶ τοὺς πολλοὺς
εἶναι τούτων τῶν παραδειγµάτων ἐκ τυράννων καὶ βασιλέων καὶ
δυναστῶν καὶ τὰ τῶν πόλεων πραξάντων γεγονότας· οὗτοι γὰρ διὰ
τὴν ἐξουσίαν µέγιστα καὶ ἀνοσιώτατα ἁµαρτήµατα ἁµαρτάνουσι.
Μαρτυρεῖ51 δὲ τούτοις καὶ Ὅµηρος· βασιλέας γὰρ καὶ δυνάστας
ἐκεῖνος πεποίηκεν52 τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιµωρουµένους,
Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν· Θερσίτην δέ, καὶ εἴ τις ἄλλος
πονηρὸς ἦν ἰδιώτης, οὐδεὶς πεποίηκεν µεγάλαις τιµωρίαις
συνεχόµενον ὡς ἀνίατον· οὐ γὰρ οἶµαι ἐξῆν αὐτῷ· διὸ καὶ
εὐδαιµονέστερος ἦν ἢ οἷς ἐξῆν.
Ἀλλὰ γάρ, ὦ Καλλίκλεις, ἐκ τῶν δυναµένων εἰσὶ καὶ οἱ σφόδρα
πονηροὶ γιγνόµενοι ἄνθρωποι· οὐδὲν µὴν κωλύει καὶ ἐν τούτοις
ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα53 γε ἄξιον ἄγασθαι τῶν
γιγνοµένων· χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον
ἐν µεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόµενον δικαίως διαβιῶναι. Ὀλίγοι
37
ἐφίστηµι haltmachen lassen, anhalten
ἃ gemeint sind die beiden vorher
genannten Eigenschaften
39
ἐξοµόργνυµαι einprägen
40
ἡ ἀλαζονεία Prahlerei, Hoffahrt
41
ἡ ἐξουσία Erlaubnis, Willkür
38
42
ἡ ἀκρατία Unmäßigkeit, Ausschweifung
ἡ ἀσυµµετρία Missverhältnis
44
ἀτίµως zu ἀπέπεµψεν
45
εὐθὺ τῆς φρουρᾶς
geradewegs in den Kerker
43
46
ὠφελούµενοι...διδόντες das 2.Part. ist
dem ersten gedanklich untergeordnet
47
ἐνθάδε d.i. im Erdenleben
48
49
ἀναρτάω aufhängen
ἐν ῞Αιδου ἐν τῷ δεσµωτηρίῳ
im Hades, und zwar...
50
Ἀρχέλαος A. war im gleichen Jahr
wie Sokrates gestorben
51
µαρτυρεῖ δὲ τούτοις Zeuge dafür ist...
ποιέω (hier) dichten, erfinden
52
53
σφόδρα γε ἄξιον ἄγασθαι τῶν
γιγνοµένων mit gutem Grund muss
man die bewundern, welche...
8
ἐν µεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόµενον δικαίως διαβιῶναι. Ὀλίγοι
δὲ γίγνονται οἱ τοιοῦτοι· ἐπεὶ54 καὶ ἐνθάδε55 καὶ ἄλλοθι γεγόνασιν,
οἶµαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τὴν τοῦ
δικαίως διαχειρίζειν,56 ἃ ἄν τις ἐπιτρέπῃ· εἷς δὲ καὶ πάνυ ἐλλόγιµος
γέγονεν καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, Ἀριστείδης ὁ Λυσιµάχου· οἱ
δὲ πολλοί, ὦ ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν.
82. Ὅπερ οὖν ἔλεγον, ἐπειδὰν ὁ Ῥαδάµανθυς ἐκεῖνος τοιοῦτόν τινα
λάβῃ, ἄλλο µὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔθ᾽ ὅστις οὔθ᾽
ὧντινων,57 ὅτι δὲ πονηρός τις·58 καὶ τοῦτο κατιδὼν ἀπέπεµψεν εἰς
Τάρταρον, ἐπισηµηνάµενος,59 ἐάντε ἰάσιµος ἐάντε ἀνίατος δοκῇ
εἶναι· ὁ δὲ ἐκεῖσε ἀφικόµενος τὰ προσήκοντα πάσχει. Ἐνίοτε δ᾽
ἄλλην60 εἰσιδὼν ὁσίως βεβιωκυῖαν καὶ µετ᾽ ἀληθείας, ἀνδρὸς ἰδιώτου
ἢ ἄλλου τινός, µάλιστα µέν, ἔγωγέ φηµι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ
αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγµονήσαντος61 ἐν τῷ βίῳ, ἠγάσθη
τε καὶ ἐς µακάρων νήσους ἀπέπεµψε. Ταὐτὰ δὲ ταῦτα62 καὶ ὁ Αἰακός
– ἑκάτερος τούτων ῥάβδον63 ἔχων δι κάζει – ὁ δὲ Μίνως ἐπισκοπῶν
κάθηται, µόνος ἔχων χρυσοῦν σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ
Ὁµήρου ἰδεῖν αὐτὸν·
χρύσεον σκῆπτρον ἔχοντα, θεµιστεύοντα νέκυσσιν.64
54
ἐπεί übrigens, indes
ἐνθάδε sc. in Athen
56
διαχειρίζω verwalten
55
57
ὧντινων Gen. orig.
πονηρός τις sc. οἶδεν
59
ἐπισηµαίνοµαι ein Zeichen aufdrücken
58
60
61
62
63
64
ἄλλην sc. ψυχήν
πολυπραγµονέω vielbeschäftigt sein;
(hier negativ:) sich verzetteln
(Seitenhieb gegen Politiker)
ταιτὰ ταῦτα sc. ποιεῖ
ὁ ῥάβδος Richterstab
Odyssee 11,569
Platon, Timaios
(1) 21e – 22d
Kritias gibt Solons Bericht von seinem Ägyptenaufenthalt wieder
(21e) Οἷ1 δὴ Σόλων ἔφη πορευθεὶς σφόδρα τε γενέσθαι παρ᾽ αὐτοῖς
ἔντιµος, (22a) καὶ δὴ καὶ τὰ παλαιὰ ἀνερωτῶν ποτε τοὺς µάλιστα
περὶ ταῦτα τῶν ἱερέων ἐµπείρους, σχεδὸν οὔτε αὑτὸν οὔτε ἄλλον
Ἕλληνα οὐδένα οὐδὲν ὡς ἔπος εἰπεῖν2 εἰδότα περὶ τῶν τοιούτων
ἀνευρεῖν.
Καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς
λόγους, τῶν τῇδε3 τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως4
τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης,5 καὶ µετὰ τὸν κατακλυσµὸν αὖ
περὶ ∆ευκαλίωνος καὶ Πύρρας, ὡς διεγένοντο, µυθολογεῖν, (22b) καὶ
τοὺς ἐξ αὐτῶν γενεαλογεῖν, καὶ τὰ τῶν ἐτῶν, ὅσα ἦν, οἷς ἔλεγεν
πειρᾶσθαι διαµνηµονεύων6 τοὺς χρόνους ἀριθµεῖν.
Καί τινα εἰπεῖν τῶν ἱερέων εὖ µάλα παλαιόν· „Ὦ Σόλων, Σόλων,
Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐκ ἔστιν.“ Ἀκούσας
οὖν· „Πῶς τί τοῦτο λέγεις;“ φάναι· „Νέοι ἐστέ,“ εἰπεῖν, „τὰς ψυχὰς
πάντες· οὐδεµίαν γὰρ ἐν αὐταῖς ἔχετε δι᾽ ἀρχαίαν ἀκοὴν7 παλαιὰν
δόξαν οὐδὲ µάθηµα χρόνῳ πολιὸν8 οὐδέν. Τὸ δὲ τούτων αἴτιον τόδε·
(22c) Πολλαὶ κατὰ πολλὰ φθοραὶ9 γεγόνασιν ἀνθρώπων καὶ ἔσονται,
πυρὶ µὲν καὶ ὕδατι µέγισται, µυρίοις δὲ ἄλλοις ἕτεραι βραχύτεραι.
1
οἷ dorthin, scil. εἰς Αἴγυπτον
ὡς ἔπος εἰπεῖν sozusagen
3
τὰ τῇδε die Dinge hier,
gemeint ist: in Athen
4
ὁ Φορωνεύς Ph.; nach einem
griechischem Mythos der Urmensch
5
ἡ Νιόβη N., Tochter des Ph.,
erste sterbliche Frau
6
διαµνηµονεύω erwähnen
7
ἡ ἀκοή Kunde, Überlieferung
8
πολιός 3 weißgrau, alterwürdig
9
ἡ φθορά Vernichtung, Zerstörung
2
9
Τὸ γὰρ οὖν καὶ παρ᾽ ὑµῖν λεγόµενον, ὥς ποτε Φαέθων Ἡλίου παῖς τὸ
τοῦ πατρὸς ἅρµα10 ζεύξας διὰ τὸ µὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ
πατρὸς ὁδὸν ἐλαύνειν11 τά12 τ᾽ ἐπὶ γῆς συνέκαυσεν καὶ αὐτὸς
κεραυνωθεὶς13 διεφθάρη, τοῦτο µύθου µὲν σχῆµα ἔχον λέγεται, (22d)
τὸ δὲ ἀληθές ἐστι τῶν περὶ γῆν κατ᾽ οὐρανὸν ἰόντων14 παράλλαξις15
καὶ διὰ µακρῶν χρόνων γιγνοµένη τῶν12 ἐπὶ γῆς πυρὶ πολλῷ φθορά.
10
τὸ ἅρµα (Streit)Wagen
ἐλαύνω ziehen, fahren
12
τὰ ἐπὶ γῆς alles auf der Erde
13
κεραυνόω mit dem Blitz treffen
14
ἰόντων scil. Gestirne
15
ἡ παράλλαξις Abweichung,
Hin- und Herbewegung
11

Similar documents